Luke 11 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 14:44, 20 May 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον τι μέρος σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
  • 37 ἐν δὲ τῷ λαλῆσαι, ἠρώτα αὐτὸν Φαρισαῖος τις ὅπως ἀριστήσῃ παρ’ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.
  • 38 δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
  • 39 εἶπε δὲ Κύριος πρὸς αὐτόν, Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου Καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς Καὶ πονηρίας.
  • 40 ἄφρονες, οὐχ ποιήσας τὸ ἔξωθεν Καὶ τὸ ἔσωθεν ἐποίησε;
  • 41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· Καὶ ἰδού, πάντα καθαρὰ ὑμῖν ἐστιν.
  • 42 Ἀλλ’ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον Καὶ τὸ πήγανον Καὶ πᾶν λάχανον, Καὶ παρέρχεσθε τὴν κρίσιν Καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι
  • 43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς, Καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
  • 44 οὐαὶ ὑμῖν, γραμματεῖς Καὶ φαρισαῖοι, ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, Καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
  • 45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, Διδάσκαλε, ταῦτα λέγων Καὶ ἡμᾶς ὑβρίζεις.
  • 46 δὲ εἶπε, Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, Καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
  • 47 οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
  • 48 ἄρα μάρτυρεῖτε Καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα.
  • 49 διὰ τοῦτο Καὶ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας Καὶ ἀποστόλους, Καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι Καὶ ἐκδιώξουσιν·
  • 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
  • 51 ἀπὸ τοῦ αἵματος Ἅβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου Καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
  • 52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ᾔρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, Καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
  • 54 ἐνεδρεύοντες αὐτόν, Καὶ ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.
Personal tools