Mark 5 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 2 Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
- 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις Καὶ ἁλύσεσι δεδέσθαι, Καὶ διεσπᾶσθαι ὑπ’ αὐτοῦ τὰς ἁλύσεις, Καὶ τὰς πέδας συντετρῖφθαι• Καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι•
- 5 Καὶ διὰ παντός, νυκτὸς Καὶ ἡμέρας, ἐν τοῖς ὄρεσι Καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων Καὶ κατακόπτων ἑαυτὸν λίθοις.
- 7 Καὶ κράξας φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ Καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν. μή με βασανίσῃς
- 12 Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
- 13 Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους• Καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν• ἦσαν δὲ ὡς δισχίλιοι• Καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
- 14 οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, Καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν Καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν Τί ἐστι τὸ γεγονός•
- 15 Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, Καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον Καὶ ἱματισμένον Καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα• Καὶ ἐφοβήθησαν.
- 19 ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, Καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριός εποίησε, Καὶ ἠλέησέ σε.
- 20 Καὶ ἀπῆλθε Καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς• Καὶ πάντες ἐθαύμαζον.
- 21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, Καὶ ἦν παρὰ τὴν θάλασσαν.
- 22 Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, Καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,
- 23 Καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει• ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ Καὶ ζήσεται.
- 26 Καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, Καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, Καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
- 30 Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων;
- 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, Καὶ λέγεις, Τίς μου ἥψατο;
- 32 Καὶ 4017|περιεβλέπετο]] ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
- 33 ἡ δὲ γυνὴ φοβηθεῖσα Καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε Καὶ προσέπεσεν αὐτῷ, Καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
- 34 ὁ δὲ εἶπεν αὐτῇ, θύγατερ, ἡ πίστις σου σέσωκέ σε• ὕπαγε εἰς εἰρήνην, Καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
- 35 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανε• Τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
- 37 Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον Καὶ Ἰάκωβον Καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
- 38 Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, Καὶ θεωρεῖ θόρυβον, Καὶ κλαίοντας Καὶ ἀλαλάζοντας πολλά
- 40 Καὶ κατεγέλων αὐτοῦ. ὁ δὲ, ἐκβαλὼν ἅπαντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου Καὶ τὴν μητέρα Καὶ τοὺς μετ’ αὐτοῦ, Καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον
- 41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθα, κοῦμι• ὅ ἐστι μεθερμηνευόμενον, τὸ κοράσιον, σοὶ λέγω ἔγειραι.