Luke 8 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 16:55, 15 May 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 46 δὲ Ἰησοῦς εἶπεν, Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ’ ἐμοῦ.
  • 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε, Καὶ προσπεσοῦσα αὐτῷ, δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, Καὶ ὡς ἰάθη παραχρῆμα.
  • 48 δὲ εἶπεν αὐτῇ, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
  • 49 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον.
  • 50 δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων, Μὴ φοβοῦ. μόνον πίστευε, Καὶ σωθήσεται.
  • 51 εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα, εἰ μὴ Πέτρον Καὶ Ἰάκωβον Καὶ Ἰωάννην, Καὶ τὸν πατέρα τῆς παιδὸς Καὶ τὴν μητέρα.
  • 52 ἔκλαιον δὲ πάντες, Καὶ ἐκόπτοντο αὐτήν. δὲ εἶπε, Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.
  • 53 Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
  • 54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, Καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε, λέγων, Ἡ παῖς ἐγείρου.
  • 55 Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, Καὶ ἀνέστη παραχρῆμα· Καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
  • 56 Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Personal tools