Matthew 6 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
Line 9: Line 9:
* [[Matthew 6:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[2532|Καὶ]] [[3752|ὅταν]] [[4336|προσεύχῃ]], [[3756|οὐκ]] [[2071|ἔσῃ]] [[5618|ὥσπερ]] [[3588|οἱ]] [[5273|ὑποκριταί]], [[3754|ὅτι]] [[5368|φιλοῦσιν]] [[1722|ἐν]] [[3588|ταῖς]] [[4864|συναγωγαῖς]] [[2532|καὶ]] [[1722|ἐν]] [[3588|ταῖς]] [[1137|γωνίαις]] [[3588|τῶν]] [[4113|πλατειῶν]] [[2476|ἑστῶτες]] [[4336|προσεύχεσθαι]], [[3704|ὅπως]] [[302|ἂν]] [[5316|φανῶσι]] [[3588|τοῖς]] [[444|ἀνθρώποις]]· [[281|ἀμὴν]] [[3004|λέγω]] [[5213|ὑμῖν]] [[3754|ὅτι]] [[568|ἀπέχουσι]] [[3588|τὸν]] [[3408|μισθὸν]] [[846|αὐτῶν]].
* [[Matthew 6:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5]] [[2532|Καὶ]] [[3752|ὅταν]] [[4336|προσεύχῃ]], [[3756|οὐκ]] [[2071|ἔσῃ]] [[5618|ὥσπερ]] [[3588|οἱ]] [[5273|ὑποκριταί]], [[3754|ὅτι]] [[5368|φιλοῦσιν]] [[1722|ἐν]] [[3588|ταῖς]] [[4864|συναγωγαῖς]] [[2532|καὶ]] [[1722|ἐν]] [[3588|ταῖς]] [[1137|γωνίαις]] [[3588|τῶν]] [[4113|πλατειῶν]] [[2476|ἑστῶτες]] [[4336|προσεύχεσθαι]], [[3704|ὅπως]] [[302|ἂν]] [[5316|φανῶσι]] [[3588|τοῖς]] [[444|ἀνθρώποις]]· [[281|ἀμὴν]] [[3004|λέγω]] [[5213|ὑμῖν]] [[3754|ὅτι]] [[568|ἀπέχουσι]] [[3588|τὸν]] [[3408|μισθὸν]] [[846|αὐτῶν]].
-
* 6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, Πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
+
 
-
* 7 Προσευχόμενοι δὲ μὴ βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.
+
* [[Matthew 6:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] [[4771|σὺ]] [[1161|δὲ]] [[3752|ὅταν]] [[4336|προσεύχῃ]], [[1525|εἴσελθε]] [[1519|εἰς]] [[3588|τὸ]] [[5009|ταμιεῖόν]] [[4675|σου]], [[2532|καὶ]] [[2808|κλείσας]] [[3588|τὴν]] [[2374|θύραν]] [[4675|σου]], [[4336|Πρόσευξαι]] [[3588|τῷ]] [[3962|πατρί]] [[4675|σου]] [[3588|τῷ]] [[1722|ἐν]] [[3588|τῷ]] [[2927|κρυπτῷ]]· [[2532|καὶ]] [[3588|]] [[3962|πατήρ]] [[4675|σου]] [[3588|]] [[991|βλέπων]] [[1722|ἐν]] [[3588|τῷ]] [[2927|κρυπτῷ]] [[591|ἀποδώσει]] [[4671|σοι]] [[1722|ἐν]] [[3588|τῷ]] [[5318|φανερῷ]].
-
* 8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
+
 
-
* 9 οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· * 10 ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
+
* [[Matthew 6:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] [[4336|Προσευχόμενοι]] [[1161|δὲ]] [[3361|μὴ]] [[945|βαττολογήσητε]], [[5618|ὥσπερ]] [[3588|οἱ]] [[1482|ἐθνικοί]]· [[1380|δοκοῦσι]] [[1063|γὰρ]] [[3754|ὅτι]] [[1722|ἐν]] [[3588|τῇ]] [[4180|πολυλογίᾳ]] [[846|αὐτῶν]] [[1522|εἰσακουσθήσονται]].
 +
 
 +
* [[Matthew 6:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8]] [[3361|μὴ]] [[3767|οὖν]] [[3666|ὁμοιωθῆτε]] [[846|αὐτοῖς]]· [[1492|οἶδε]] [[1063|γὰρ]] [[3588|]] [[3962|πατὴρ]] [[5216|ὑμῶν]] [[3739|ὧν]] [[5532|χρείαν]] [[2192|ἔχετε]], [[4253|πρὸ]] [[3588|τοῦ]] [[5209|ὑμᾶς]] [[154|αἰτῆσαι]] [[846|αὐτόν]].
 +
 
 +
* [[Matthew 6:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9]] [[3779|οὕτως]] [[3767|οὖν]] [[4336|προσεύχεσθε]] [[5210|ὑμεῖς]]· [[3962|Πάτερ]] [[2257|ἡμῶν]] [[3588|]] [[1722|ἐν]] [[3588|τοῖς]] [[3772|οὐρανοῖς]], [[37|ἁγιασθήτω]] [[3588|τὸ]] [[3686|ὄνομά]] [[4675|σου]]·
 +
 
 +
* [[Matthew 6:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10]] [[2064|ἐλθέτω]] [[3588|]] [[932|βασιλεία]] [[4675|σου]]· [[1096|γενηθήτω]] [[3588|τὸ]] [[2307|θέλημά]] [[4675|σου]], [[5613|ὡς]] [[1722|ἐν]] [[3772|οὐρανῷ]] [[2532|καὶ]] [[1909|ἐπὶ]] [[3588|τῆς]] [[1093|γῆς]]·
 +
 
* 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
* 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
* 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·
* 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·

Revision as of 15:09, 29 January 2016

  • 11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
  • 12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·
  • 13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
  • 14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·
  • 15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
  • 16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν
  • 17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι,
  • 18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
  • 19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·
  • 20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν.
  • 21 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμων.
  • 22 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται·
  • 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
  • 24 οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ.
  • 25 διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε· μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
  • 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
  • 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
  • 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·
  • 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
  • 30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
  • 31 μὴ οὖν μεριμνήσητε, λέγοντες, Τί φάγωμεν, ἤ τί πίωμεν, ἤ τί περιβαλώμεθα; * 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
  • 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
  • 34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Personal tools