Luke 19 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 14:56, 2 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 36 πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
  • 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
  • 38 λέγοντες, Εὐλογημένος ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, Καὶ δόξα ἐν ὑψίστοις.
  • 39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
  • 40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.
  • 41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ’ αὐτῇ,
  • 42 λέγων ὅτι Εἰ ἔγνως Καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
  • 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, Καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, Καὶ περικυκλώσουσί σε, Καὶ συνέξουσί σε πάντοθεν,
  • 45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ Καὶ ἀγοράζοντας,
  • 46 λέγων αὐτοῖς, Γέγραπται, οἶκός μου οἶκος προσευχῆς ἐστίν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
  • 48 Καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
Personal tools