Mark 13 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι Καὶ ποταπαὶ οἰκοδομαί.
- 2 Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῷ, ὃς οὐ μὴ καταλυθῇ.
- 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ’ ἰδίαν Πέτρος Καὶ Ἰάκωβος Καὶ Ἰωάννης Καὶ Ἀνδρέας,
- 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, Καὶ βασιλεία ἐπὶ βασιλείαν· Καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, Καὶ ἔσονται λιμοὶ Καὶ ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα.
- 9 Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, Καὶ εἰς συναγωγὰς δαρήσεσθε, Καὶ ἐπὶ ἡγεμόνων Καὶ βασιλέων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
- 11 ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ’ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον.
- 12 παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, Καὶ πατὴρ τέκνον· Καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, Καὶ θανατώσουσιν αὐτούς·
- 14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
- 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως ἣς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, Καὶ οὐ μὴ γένηται.
- 20 Καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.
- 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι Καὶ ψευδοπροφῆται, Καὶ δώσουσι σημεῖα Καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, Καὶ τοὺς ἐκλεκτούς.
- 24 Ἀλλ’ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, Καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
- 25 Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, Καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
- 27 Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, Καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
- 28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται Καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
- 32 περὶ δὲ τῆς ἡμέρας ἐκείνης Καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
- 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, Καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, Καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, Καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.