Mark 4 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:44, 7 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 31 ὡς κόκκῳ σινάπεως, ὃς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·
  • 32 Καὶ ὅταν σπαρῇ, ἀναβαίνει, Καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, Καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
  • 33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
  • 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.
  • 37 Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.
  • 38 Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· Καὶ διεγείρουσιν αὐτόν, Καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
  • 39 Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, Καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ἄνεμος, Καὶ ἐγένετο γαλήνη μεγάλη.
  • 40 Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε; οὔτω; πῶς οὐκ ἔχετε πίστιν;
  • 41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, Καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι Καὶ ἄνεμος Καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ
Personal tools