Matthew 21 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
Line 25: Line 25:
* [[Matthew 21:12 Greek NT: Scrivener's Textus Receptus (1894)|12]] [[2532|Καὶ]] [[1525|εἰσῆλθεν]] [[3588|ὁ]] [[2424|Ἰησοῦς]] [[1519|εἰς]] [[3588|τὸ]] [[2411|ἱερὸν]] [[3588|τοῦ]] [[2316|θεοῦ]], [[2532|Καὶ]] [[1544|ἐξέβαλε]] [[3956|πάντας]] [[3588|τοὺς]] [[4453|πωλοῦντας]] [[2532|Καὶ]] [[59|ἀγοράζοντας]] [[1722|ἐν]] [[3588|τῷ]] [[2411|ἱερῷ]], [[2532|Καὶ]] [[3588|τὰς]] [[5132|τραπέζας]] [[3588|τῶν]] [[2855|κολλυβιστῶν]] [[2690|κατέστρεψε]], [[2532|Καὶ]] [[3588|τὰς]] [[2515|καθέδρας]] [[3588|τῶν]] [[4453|πωλούντων]] [[3588|τὰς]] [[4058|περιστεράς]]
* [[Matthew 21:12 Greek NT: Scrivener's Textus Receptus (1894)|12]] [[2532|Καὶ]] [[1525|εἰσῆλθεν]] [[3588|ὁ]] [[2424|Ἰησοῦς]] [[1519|εἰς]] [[3588|τὸ]] [[2411|ἱερὸν]] [[3588|τοῦ]] [[2316|θεοῦ]], [[2532|Καὶ]] [[1544|ἐξέβαλε]] [[3956|πάντας]] [[3588|τοὺς]] [[4453|πωλοῦντας]] [[2532|Καὶ]] [[59|ἀγοράζοντας]] [[1722|ἐν]] [[3588|τῷ]] [[2411|ἱερῷ]], [[2532|Καὶ]] [[3588|τὰς]] [[5132|τραπέζας]] [[3588|τῶν]] [[2855|κολλυβιστῶν]] [[2690|κατέστρεψε]], [[2532|Καὶ]] [[3588|τὰς]] [[2515|καθέδρας]] [[3588|τῶν]] [[4453|πωλούντων]] [[3588|τὰς]] [[4058|περιστεράς]]
-
* [[Matthew 21:13 Greek NT: Scrivener's Textus Receptus (1894)|13]] [[2532|Καὶ]] [[3004|λέγει]] [[846|αὐτοῖς]], [[1125|Γέγραπται]], [[3588|ὁ]] [[3624|οἶκός]] [[3450|μου]] [[3624|οἶκος]] [[4335|προσευχῆς]] [[2564|κληθήσεται]]· [[5210|ὑμεῖς [[1161|δὲ]] [[846|αὐτὸν]] [[4160|ἐποιήσατε]] [[4693|σπήλαιον]] [[3027|λῃστῶν]].
+
* [[Matthew 21:13 Greek NT: Scrivener's Textus Receptus (1894)|13]] [[2532|Καὶ]] [[3004|λέγει]] [[846|αὐτοῖς]], [[1125|Γέγραπται]], [[3588|ὁ]] [[3624|οἶκός]] [[3450|μου]] [[3624|οἶκος]] [[4335|προσευχῆς]] [[2564|κληθήσεται]]· [[5210|ὑμεῖς]] [[1161|δὲ]] [[846|αὐτὸν]] [[4160|ἐποιήσατε]] [[4693|σπήλαιον]] [[3027|λῃστῶν]].
* [[Matthew 21:14 Greek NT: Scrivener's Textus Receptus (1894)|14]] [[2532|Καὶ]] [[4334|προσῆλθον]] [[846|αὐτῷ]] [[5185|τυφλοὶ]] [[2532|Καὶ]] [[5560|χωλοὶ]] [[1722|ἐν]] [[3588|τῷ]] [[2411|ἱερῷ]]· [[2532|Καὶ]] [[2323|ἐθεράπευσεν]] [[846|αὐτούς]].
* [[Matthew 21:14 Greek NT: Scrivener's Textus Receptus (1894)|14]] [[2532|Καὶ]] [[4334|προσῆλθον]] [[846|αὐτῷ]] [[5185|τυφλοὶ]] [[2532|Καὶ]] [[5560|χωλοὶ]] [[1722|ἐν]] [[3588|τῷ]] [[2411|ἱερῷ]]· [[2532|Καὶ]] [[2323|ἐθεράπευσεν]] [[846|αὐτούς]].

Revision as of 14:23, 11 March 2016

  • 19 Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν ἐπ’ αὐτήν, Καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· Καὶ λέγει αὐτῇ, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
  • 20 Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν, λέγοντες, Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
  • 21 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν, Καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, Ἄρθητι Καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.
  • 22 Καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ, πιστεύοντες λήψεσθε.
  • 23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς Καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
  • 24 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
  • 25 τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ’ ἑαυτοῖς, λέγοντες, Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; * 26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην.
  • 27 Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον, Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς Καὶ αὐτός, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
  • 28 τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχε τέκνα δύο, Καὶ προσελθὼν τῷ πρώτῳ εἶπε, Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι μου
  • 29 δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μεταμεληθείς, ἀπῆλθε.
  • 30 Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κύριε· Καὶ οὐκ ἀπῆλθε.
  • 31 τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, πρῶτος. λέγει αὐτοῖς Ἰησοῦς, Ἀμὴν λέγω ὑμῖν, ὅτι οἱ τελῶναι Καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
  • 32 ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, Καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι Καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
  • 33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα Καὶ φραγμὸν αὐτῷ περιέθηκε Καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν Καὶ ᾠκοδόμησε πύργον, Καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, Καὶ ἀπεδήμησεν.
  • 34 ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργούς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ·
  • 35 Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
  • 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· Καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
  • 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων, Ἐντραπήσονται τὸν υἱόν μου.
  • 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, Καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ.
  • 39 Καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος Καὶ ἀπέκτειναν.
  • 40 ὅταν οὖν ἔλθῃ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
  • 41 λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, Καὶ τὸν ἀμπελῶνα ἐκδόσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
  • 42 λέγει αὐτοῖς Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, Καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
  • 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, Καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
  • 44 Καὶ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.
  • 45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς Καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει
  • 46 Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον.
Personal tools