Mark 3 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:14, 6 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 Καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.
  • 22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, Καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
  • 23 Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
  • 24 Καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.
  • 25 Καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.
  • 26 Καὶ εἰ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν Καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.
  • 27 οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
  • 28 ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, Καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·
  • 29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου κρίσεως
  • 30 ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
  • 31 Ἔρχονται οῦν οἱ ἀδελφοὶ Καὶ ἡ μήτηρ αὐτοῦ, Καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν.
  • 32 Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου Καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε.
  • 33 Καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἤ οἱ ἀδελφοί μου;
  • 34 Καὶ περιβλεψάμενος κύκλῷ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε ἡ μήτηρ μου Καὶ οἱ ἀδελφοί μου.
  • 35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου Καὶ ἀδελφή μου Καὶ μήτηρ ἐστί.