Mark 11 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:16, 18 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 Καὶ ἀναμνησθεὶς Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.
  • 22 Καὶ ἀποκριθεὶς Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν Θεοῦ.
  • 23 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, Καὶ βλήθητι εἰς τὴν θάλασσαν, Καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσῃ ὅτι ἃ λέγεῖ γίνεται· ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
  • 24 διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα ἄν προσεύχομενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε, Καὶ ἔσται ὑμῖν.
  • 25 Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα Καὶ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
  • 26 εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς ἀφήσεὶ τὰ παραπτώματα ὑμῶν.
  • 27 Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· Καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς Καὶ οἱ γραμματεῖς Καὶ οἱ πρεσβύτεροι,
  • 28 Καὶ λέγουσιν αὐτῷ, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι τὴν ἐξουσίαν ταύτην ἔδωκεν ἵνα ταῦτα ποιῇς;
  • 29 δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, Καὶ ἀποκρίθητέ μοι, Καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
  • 30 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
  • 31 Καὶ ἐλογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
  • 32 ἀλλ’ ἐὰν εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν λαόν· ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ὅτι ὄντως προφήτης ἦν.
  • 33 Καὶ ἀποκριθέντες λέγουσι τῷ Ἰησοῦ, Οὐκ οἴδαμεν. Καὶ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Personal tools