Revelation 9 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε, Καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, Καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου.
- 2 Καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου, Καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης, Καὶ ἐσκοτίσθη ὁ ἥλιος Καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
- 3 Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, Καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
- 4 Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρὸν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους μόνους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
- 5 Καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα βασανισθῶσι μῆνας πέντε· Καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
- 6 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, Καὶ οὐχ εὑρήσουσιν αὐτόν· Καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, Καὶ φεύξεται ὁ θάνατος ἀπ’ αὐτῶν.
- 7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, Καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, Καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.
- 9 Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, Καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
- 10 Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, Καὶ κέντρα ἦν ἐν ταῖς οὐραῖς αὐτῶν· Καὶ ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε·
- 11 Καὶ ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδὼν, Καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.
- 13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε, Καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ,
- 14 λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ ὅς εἴχε τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
- 15 Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν Καὶ ἡμέραν Καὶ μῆνα Καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων.
- 17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, Καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους Καὶ ὑακινθίνους Καὶ θειώδεις· Καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, Καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ Καὶ καπνὸς Καὶ θεῖον.
- 18 ὑπὸ τῶν τριῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς Καὶ ἐκ τοῦ καπνοῦ Καὶ ἐκ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
- 19 ἡ γὰρ ἐξουσία αὐτῶν ἐν τῷ στόματι αὐτῶν ἐστι, Καὶ ἐν ταῖς οὐραῖς αὐτῶν αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς Καὶ ἐν αὐταῖς ἀδικοῦσι.