John 7 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 08:32, 12 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 17 ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ.
  • 18 ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστι, Καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν.
  • 19 οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον, Καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; τί με ζητεῖτε ἀποκτεῖναι;
  • 20 ἀπεκρίθη ὄχλος Καὶ εἶπε, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
  • 22 διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ’ ἐκ τῶν πατέρων· Καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον.
  • 23 εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;
  • 24 μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε.
  • 25 Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;
  • 26 Καὶ ἴδε παρρησίᾳ λαλεῖ, Καὶ οὐδὲν αὐτῷ λέγουσι μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς Χριστός;
  • 27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· δὲ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.
  • 28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων Ἰησοῦς Καὶ λέγων, Κἀμὲ οἴδατε, Καὶ οἴδατε πόθεν εἰμί· Καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε
  • 29 ἐγὼ δὲ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν.
  • 31 πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, Καὶ ἔλεγον ὅτι Χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν;
  • 34 ζητήσετέ με, Καὶ οὐχ εὑρήσετε· Καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
  • 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, Καὶ διδάσκειν τοὺς Ἕλληνας;
  • 36 τίς ἐστιν οὗτος λόγος ὃν εἶπε, Ζητήσετέ με, Καὶ οὐχ εὑρήσετέ· Καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
  • 38 πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.
  • 39 Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.
  • 40 πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς προφήτης.
  • 41 ἄλλοι ἔλεγον, Οὗτός ἐστιν Χριστός ἄλλοι δὲ ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας Χριστὸς ἔρχεται;
  • 42 οὐχὶ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαβίδ, Καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαβίδ, Χριστὸς ἔρχεται;
  • 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.
  • 46 ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ἄνθρωπος
  • 48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων;
  • 49 ἀλλ’ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοι εἰσι.
  • 51 Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον Καὶ γνῷ τί ποιεῖ;
  • 52 ἀπεκρίθησαν Καὶ εἶπον αὐτῷ, Μὴ Καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον Καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.
  • 53 Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
Personal tools