Luke 20 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 04:26, 3 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις Καὶ διδάσκεις, Καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις.
  • 22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;
  • 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς, Τί με πειράζετε
  • 24 ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα Καὶ ἐπιγραφήν ἀποκριθέντες δὲ εἶπον, Καίσαρος
  • 25 ὁ δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, Καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
  • 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· Καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
  • 27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν,
  • 28 λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, Καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, Καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
  • 29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· Καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·
  • 30 Καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, Καὶ οὗτος απέθανεν ἄτεκνος.
  • 31 Καὶ ὁ τρίτος ἔλαβεν αὐτήν. ὡσαύτως δὲ Καὶ οἱ ἑπτά· Καὶ οὐ κατέλιπον τέκνα, Καὶ ἀπέθανον.
  • 32 ὕστερον πάντων ἀπέθανε Καὶ ἡ γυνή.
  • 33 ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
  • 34 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι Καὶ ἐκγαμίσκονται·
  • 35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν Καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίσκονται·
  • 36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, Καὶ υἱοί εἰσι τοῦ θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
  • 37 ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, Καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ Καὶ τὸν Θεὸν Ἰσαὰκ Καὶ τὸν Θεὸν Ἰακώβ.
  • 38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
  • 39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας.
  • 40 Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
  • 41 Εἶπε δὲ πρὸς αὐτούς, Πῶς λέγουσι τὸν Χριστὸν υἱόν Δαβὶδ εἶναι;
  • 42 Καὶ αὐτὸς Δαβὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
  • 43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
  • 44 Δαβὶδ οὖν Κύριον αὐτὸν καλεῖ, Καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
  • 45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,
  • 46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, Καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, Καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, Καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
  • 47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, Καὶ προφάσει μακρὰ προσεύχονται. οὗτοι λήψονται περισσότερον κρίμα.
Personal tools