Revelation 16 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
(Difference between revisions)
Line 41: | Line 41: | ||
* [[Revelation 16:20 Greek NT: Scrivener's Textus Receptus (1894)|20]] [[2532|Καὶ]] [[3956|πᾶσα]] [[3520|νῆσος]] [[5343|ἔφυγε,]] [[2532|Καὶ]] [[3735|ὄρη]] [[3756|οὐχ]] [[2147|εὑρέθησαν.]] | * [[Revelation 16:20 Greek NT: Scrivener's Textus Receptus (1894)|20]] [[2532|Καὶ]] [[3956|πᾶσα]] [[3520|νῆσος]] [[5343|ἔφυγε,]] [[2532|Καὶ]] [[3735|ὄρη]] [[3756|οὐχ]] [[2147|εὑρέθησαν.]] | ||
- | * [[Revelation 16:21 Greek NT: Scrivener's Textus Receptus (1894)|21]] [[2532|Καὶ]] [[5464|χάλαζα]] [[3173|μεγάλη]] [[5613|ὡς]] [[5006|ταλαντιαία,]] [[2597|καταβαίνει]] [[1537|ἐκ]] [[3588|τοῦ]] [[3772|οὐρανοῦ]] [[1909|ἐπὶ]] [[3588|τοὺς]] [[444|ἀνθρώπους·]] [[2532|Καὶ]] [[987|ἐβλασφήμησαν]] [[3588|οἱ]] [[444|ἄνθρωποι]] [[3588|τὸν]] [[2316|Θεὸν]] [[1537|ἐκ]] | + | * [[Revelation 16:21 Greek NT: Scrivener's Textus Receptus (1894)|21]] [[2532|Καὶ]] [[5464|χάλαζα]] [[3173|μεγάλη]] [[5613|ὡς]] [[5006|ταλαντιαία,]] [[2597|καταβαίνει]] [[1537|ἐκ]] [[3588|τοῦ]] [[3772|οὐρανοῦ]] [[1909|ἐπὶ]] [[3588|τοὺς]] [[444|ἀνθρώπους·]] [[2532|Καὶ]] [[987|ἐβλασφήμησαν]] [[3588|οἱ]] [[444|ἄνθρωποι]] [[3588|τὸν]] [[2316|Θεὸν]] [[1537|ἐκ]] [[3588|τῆς]] [[4127|πληγῆς]] [[3588|τῆς]] [[5464|χαλάζης·]] [[3754|ὅτι]] [[3173|μεγάλη]] [[2076|ἐστὶν]] [[3588|ἡ]] [[4127|πληγὴ]] [[846|αὐτῆς]] [[4970|σφόδρα.]] |
Revision as of 07:54, 19 October 2016
|
---|
- 1 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, Καὶ ἐκχέατε τὰς φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
- 2 Καὶ ἀπῆλθεν ὁ πρῶτος, Καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὴν γῆν· Καὶ ἐγένετο ἕλκος κακὸν Καὶ πονηρὸν εἰς τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, Καὶ τοὺς τῇ εἰκόνι αὐτοῦ προσκυνοῦντας.
- 3 Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· Καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, Καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
- 4 Καὶ ὁ τρίτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς Καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· Καὶ ἐγένετο αἷμα.
- 5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος, Κύριε, εἶ, ὁ ὢν Καὶ ὁ ἦν, Καὶ ὁ ἐσόμενος ὅτι ταῦτα ἔκρινας·
- 7 Καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου λέγοντος, Ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ Καὶ δίκαιαι αἱ κρίσεις σου.
- 8 Καὶ ὁ τέταρτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· Καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.
- 9 Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, Καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, Καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
- 10 Καὶ ὁ πέμπτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· Καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· Καὶ ἐμασσῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
- 11 Καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν Καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, Καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
- 12 Καὶ ὁ ἕκτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· Καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῶν ἡλίου.
- 13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος Καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου Καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα τρία ἀκάθαρτα ὁμοία βάτραχοις·
- 14 εἰσὶ γὰρ πνεύματα δαιμόνων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς Καὶ τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος.
- 15 Ἰδοὺ, ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν, Καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, Καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ.
- 17 Καὶ ὁ ἕβδομος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὸν ἀέρα· Καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου λέγουσα, Γέγονε.
- 18 Καὶ ἐγένοντο φωναὶ Καὶ βρονταί Καὶ ἀστραπαὶ, Καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτω μέγας.