Luke 19 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 12:11, 2 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 16 παρεγένετο δὲ πρῶτος, λέγων, Κύριε, ἡ μνᾶ σου προσειργάσατο δέκα μνᾶς.
  • 17 Καὶ εἶπεν αὐτῷ, Εὖ, ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
  • 18 Καὶ ἦλθεν δεύτερος, λέγων, Κύριε, ἡ μνᾶ σου, ἐποίησε πέντε μνᾶς.
  • 20 Καὶ ἕτερος ἦλθε, λέγων, Κύριε, ἰδού, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
  • 21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, Καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
  • 22 λέγει δὲ αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, Καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
  • 23 Καὶ διατί οὐκ ἔδωκας τὸ ἀργύριόν μου ἐπὶ τὴν τράπεζαν, Καὶ ἐγὼ ἐλθὼν σὺν τόκῳ ἂν ἔπραξα αὐτὸ;
  • 24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν, Καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
  • 25 Καὶ εἶπον αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς.
  • 26 λέγω γὰρ ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, Καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
  • 27 πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτούς, ἀγάγετε ὧδε, Καὶ κατασφάξατε ἔμπροσθέν μου.
  • 28 Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.
  • 30 εἰπών, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην· ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε.
  • 31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ ὅτι Κύριος αὐτοῦ χρείαν ἔχει.
  • 32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
  • 34 οἱ δὲ εἶπον, Κύριος αὐτοῦ χρείαν ἔχει.
  • 36 πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
  • 37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
  • 38 λέγοντες, Εὐλογημένος ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ, Καὶ δόξα ἐν ὑψίστοις.
  • 39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
  • 40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Λέγω ὑμῖν ὅτι, ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.
  • 41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ’ αὐτῇ,
  • 42 λέγων ὅτι Εἰ ἔγνως Καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ, τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
  • 43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, Καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, Καὶ περικυκλώσουσί σε, Καὶ συνέξουσί σε πάντοθεν,
  • 45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερόν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ Καὶ ἀγοράζοντας,
  • 46 λέγων αὐτοῖς, Γέγραπται, οἶκός μου οἶκος προσευχῆς ἐστίν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
  • 48 Καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
Personal tools