Mark 15 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:09, 24 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 Καὶ ἀγγαρεύουσι παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου Καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
  • 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον, κρανίου τόπος.
  • 23 Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· δὲ οὐκ ἔλαβε.
  • 24 Καὶ σταυρώσαντες αὐτόν, διεμερίζον τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ’ αὐτά, τίς τί ἄρῃ.
  • 25 ἦν δὲ ὥρα τρίτη, Καὶ ἐσταύρωσαν αὐτόν.
  • 26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, Βασιλεὺς τῶν Ἰουδαίων.
  • 27 Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν Καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.
  • 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη.
  • 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, Καὶ λέγοντες, Οὐά, καταλύων τὸν ναόν, Καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν,
  • 30 σῶσον σεαυτόν, Καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.
  • 31 ὁμοίως δὲ Καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.
  • 32 Χριστὸς βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν Καὶ πιστεύσωμεν. Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.
  • 33 Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐννάτης.
  • 34 Καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, Ἐλωῒ Ἐλωῒ, λαμμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, Θεός μου, Θεός μου, εἰς τί με ἐγκατέλιπες;
  • 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, Ἰδού, Ἠλίαν φωνεῖ.
  • 36 δραμὼν δέ εἶς, Καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.
  • 37 δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.
  • 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.
  • 39 ἰδὼν δὲ κεντυρίων παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.
  • 40 ἦσαν δὲ Καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Καὶ Μαρία ἡ Μαγδαληνή, Καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ Καὶ Ἰωσῆ μήτηρ, Καὶ Σαλώμη,
  • 41 αἳ καί, ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, Καὶ διηκόνουν αὐτῷ, Καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
  • 42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν Παρασκευή, ὅ ἐστι προσάββατον,
  • 43 ἦλθεν Ἰωσὴφ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς Καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ· τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, Καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
  • 44 δὲ Πιλάτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε· Καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε.
  • 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
  • 46 Καὶ ἀγοράσας σινδόνα, Καὶ καθελὼν αὐτὸν, ἐνείλησε τῇ σινδόνι, Καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· Καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
  • 47δὲ Μαρία ἡ Μαγδαληνὴ Καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
Personal tools