Revelation 13 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 1 Καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κεφαλὰς ἑπτά Καὶ κέρατα δέκα, Καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, Καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόμα βλασφημίας.
- 2 Καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, Καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, Καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος· Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, Καὶ τὸν θρόνον αὐτοῦ, Καὶ ἐξουσίαν μεγάλην.
- 3 Καὶ εἶδον μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον· Καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη· Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου·
- 4 Καὶ προσεκύνησαν τόν δράκοντα ὅς ἔδωκεν ἐξουσίαν τῷ θηρίῳ, Καὶ προσεκύνησαν τὸ θηρίον, λέγοντες, τίς ὅμοιος τῷ θηρίῳ; τίς δύναται πολεμῆσαι μετ’ αὐτοῦ;
- 5 Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα Καὶ βλασφημίας· Καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαράκοντα δύο.
- 6 Καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, Καὶ τὴν σκηνὴν αὐτοῦ, Καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας.
- 7 Καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τῶν ἁγίων, Καὶ νικῆσαι αὐτούς· Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν Καὶ γλῶσσαν Καὶ ἔθνος.
- 8 Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὄνοματα ἐν τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.
- 10 εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει· εἴ τις ἐν μαχαίρᾳ ἀποκτενει, δεῖ αὐτον ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδέ ἐστιν ἡ ὑπομονὴ Καὶ ἡ πίστις τῶν ἁγίων.
- 11 Καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, Καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, Καὶ ἐλάλει ὡς δράκων.
- 12 Καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ποιεῖ τὴν γῆν Καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ἵνα προσκυνήσωσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ.
- 13 Καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα Καὶ πῦρ ποιῇ καταβαίνειν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γην. ἐνώπιον τῶν ἀνθρώπων.
- 14 Καὶ πλανᾷ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὃ ἔχει τὴν πληγὴν τῆς μαχαίρας, Καὶ ἔζησε.
- 15 Καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ἵνα Καὶ λαλήσῃ ἡ εἰκὼν τοῦ θηρίου, Καὶ ποιήσῃ, ὅσοι ἂν μὴ προσκυνήσωσι τὴν εἰκόνα τοῦ θηρίου, ἵνα ἀποκτανθῶσι.
- 16 Καὶ ποιεῖ πάντας, τοὺς μικροὺς Καὶ τοὺς μεγάλους, Καὶ τοὺς πλουσίους Καὶ τοὺς πτωχούς, Καὶ τοὺς ἐλευθέρους Καὶ τοὺς δούλους, ἵνα δώσῃ αὐτοῖς χάραγμα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἢ ἐπὶ τῶν μέτωπων αὐτῶν,