John 2 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 6 ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
- 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, Καὶ οὐκ ᾔδει πόθεν ἐστίν οἱ δὲ διάκονοι 1492ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος,
- 10 Καὶ λέγει αὐτῷ, Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, Καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
- 11 ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας Καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· Καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
- 12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς Καὶ ἡ μήτηρ αὐτοῦ, Καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καὶ οἱ μαθηταὶ αὐτοῦ· Καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
- 14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας Καὶ πρόβατα Καὶ περιστεράς, Καὶ τοὺς κερματιστὰς καθημένους
- 15 Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα Καὶ τοὺς βόας· Καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα, Καὶ |τὰς τραπέζας ἀνέστρεψε·
- 16 Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
- 20 εἶπον οὖν οἱ Ἰουδαῖοι, Τεσσαράκοντα Καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, Καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
- 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν αὐτοῖς· Καὶ ἐπίστευσαν τῇ γραφῇ, Καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.