John 2 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 06:07, 7 June 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search

11 ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας Καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· Καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

12 Μετὰ τοῦτο κατέβη εἰς Καπερναούμ, αὐτὸς Καὶ μήτηρ αὐτοῦ, Καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καὶ οἱ μαθηταὶ αὐτοῦ· Καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα Ἰησοῦς.

14 Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας Καὶ πρόβατα Καὶ περιστεράς, Καὶ τοὺς κερματιστὰς καθημένους

15 Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα Καὶ τοὺς βόας· Καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα, Καὶ |τὰς τραπέζας ἀνέστρεψε·

16 Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.

17 ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ζῆλος τοῦ οἴκου σου κατέφάγέ με.

18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι Καὶ εἶπον αὐτῷ, Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;

19 ἀπεκρίθη Ἰησοῦς Καὶ εἶπεν αὐτοῖς, Λύσατε τὸν ναὸν τοῦτον, Καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.

20 εἶπον οὖν οἱ Ἰουδαῖοι, Τεσσαράκοντα Καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ναὸς οὗτος, Καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;

21 ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.

22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν αὐτοῖς· Καὶ ἐπίστευσαν τῇ γραφῇ, Καὶ τῷ λόγῳ εἶπεν Ἰησοῦς.

23 Ὡς δὲ ἦν ἐν Ἱεροσολύμοις ἐν τῷ πάσχα, ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἐποίει.

24 αὐτὸς δὲ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας,

25 Καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε Τί ἦν ἐν τῷ ἀνθρώπῳ.

Personal tools