Matthew 1 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
Line 12: Line 12:
* [[Matthew 1:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] [[2421|Ἰεσσαὶ]] [[1161|δὲ]] [[1080|ἐγέννησε]] [[3588|τὸν]] [[1138|Δαβὶδ]] [[3588|τὸν]] [[935|βασιλέα]]. [[1138|Δαβὶδ]] [[1161|δὲ]] [[3588|ὁ]] [[935|βασιλεὺς]] [[1080|ἐγέννησε]] [[3588|τὸν]] [[4672|Σολομῶντα]] [[1537|ἐκ]] [[3588|τῆς]] [[3588|τοῦ]] [[3774|Οὐρίου]].
* [[Matthew 1:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6]] [[2421|Ἰεσσαὶ]] [[1161|δὲ]] [[1080|ἐγέννησε]] [[3588|τὸν]] [[1138|Δαβὶδ]] [[3588|τὸν]] [[935|βασιλέα]]. [[1138|Δαβὶδ]] [[1161|δὲ]] [[3588|ὁ]] [[935|βασιλεὺς]] [[1080|ἐγέννησε]] [[3588|τὸν]] [[4672|Σολομῶντα]] [[1537|ἐκ]] [[3588|τῆς]] [[3588|τοῦ]] [[3774|Οὐρίου]].
-
* 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ρ̓οβοάμ· Ρ̓οβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά·
+
* [[Matthew 1:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7]] [[4672|Σολομὼν]] [[1161|δὲ]] [[1080|ἐγέννησε]] [[3588|τὸν]] [[4497|Ρ̓οβοάμ]]. [[4497|Ρ̓οβοὰμ]] [[1161|δὲ]] [[1080|ἐγέννησε]] [[3588|τὸν]] [[7|Ἀβιά]]. [[7|Ἀβιὰ]] [[1161|δὲ]] [[1080|ἐγέννησε]] [[3588|τὸν]] [[760|Ἀσά]].
 +
 
* 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν·
* 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν·
* 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωαθάμ· Ἰωαθὰμ δὲ ἐγέννησε τὸν Ἀχάζ· Ἀχὰζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν·
* 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωαθάμ· Ἰωαθὰμ δὲ ἐγέννησε τὸν Ἀχάζ· Ἀχὰζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν·

Revision as of 15:11, 21 January 2016

  • 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν·
  • 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωαθάμ· Ἰωαθὰμ δὲ ἐγέννησε τὸν Ἀχάζ· Ἀχὰζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν·
  • 10 Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ· Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών· Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν·
  • 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
  • 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβαβέλ·
  • 13 Ζοροβαβὲλ δὲ ἐγέννησε τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ· Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ·
  • 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ· Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ·
  • 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ·
  • 16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
  • 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαβὶδ, ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
  • 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ· πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἀγίου.
  • 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
  • 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ, ἄγγελος Κυρίου κατ ̓ ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἀγίου·
  • 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
  • 22 τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος,
  • 23 Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ ̓ ἡμῶν ὁ Θεός.
  • 24 διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου· καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ,
  • 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥΝ.

(F. H. A. Scrivener , The New Testament in the Original Greek according to the Text followed in the Authorised Version - Cambridge University Press).

See Also

Personal tools