Revelation 21 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 1 Καὶ εἶδον οὐρανὸν καινὸν Καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς Καὶ ἡ πρώτη γῆ παρῆλθε, Καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
- 2 Καὶ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν, καταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
- 3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Ἰδοὺ, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, Καὶ σκηνώσει μετ’ αὐτῶν, Καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, Καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετ’ αὐτῶν, Θεός αὐτῶν·
- 4 Καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, Καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγὴ, οὔτε πόνος, οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον.
- 5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, Ἰδοὺ, καινὰ πάντα [[[4160|ποιῶ.]] Καὶ λέγει μοι, Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοί Καὶ πιστοὶ εἰσι.
- 6 Καὶ εἶπέ μοι, Γέγονε. ἐγώ εἰμι τὸ Α Καὶ τὸ Ὦ, ἡ ἀρχὴ Καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
- 8 δειλοῖς δὲ Καὶ ἀπίστοις Καὶ ἐβδελυγμένοις Καὶ φονεῦσι Καὶ πόρνοις Καὶ φαρμάκεῦσι Καὶ εἰδωλολάτραις Καὶ πᾶσι τοῖς ψευδέσι τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ Καὶ θείῳ, ὅ ἐστι δεύτερος θάνατος.
- 9 Καὶ ἦλθε πρὸς με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, Καὶ ἐλάλησε μετ’ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα.
- 10 Καὶ ἀπήνεγκέ με ἐν Πνεύματι ἐπ’ ὄρος μέγα Καὶ ὑψηλόν, Καὶ ἔδειξέ μοι τὴν πόλιν μεγάλην, τὴν ἁγίαν Ἰερουσαλὴμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ,
- 11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ· Καὶ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι·
- 12 ἔχουσαν τε τεῖχος μέγα Καὶ ὑψηλόν, ἔχουσαν πυλῶνας δώδεκα, Καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, Καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστι τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ.
- 13 ἀπ’ ἀνατολῆς πυλῶνες τρεῖς· ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς· ἀπὸ νότου, πυλῶνες τρεῖς· Καὶ ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς.
- 14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, Καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
- 15 καὶ ὁ λαλῶν μετ’ ἐμοῦ εἶχε κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν, Καὶ τοὺς πυλῶνας αὐτῆς, Καὶ [3588|τὸ]] τεῖχος αὐτῆς.
- 16 καὶ ἡ πόλις τετράγωνος κεῖται, Καὶ τὸ μῆκος αὐτῆς τοσοῦτόν ἐστιν ὅσον Καὶ τὸ πλάτος. Καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος Καὶ τὸ πλάτος Καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί.
- 17 καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου.
- 19 καὶ οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι. ὁ θεμέλιος ὁ πρῶτος, ἴασπις· ὁ δεύτερος, σάπφειρος· ὁ τρίτος, χαλκηδών· ὁ τέταρτος, σμάραγδος·
- 20 ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιος· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βήρυλλος· ὁ ἔννατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δωδέκατος, ἀμέθυστος.
- 21 καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· Καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν, ὡς ὕαλος διαφανής.
- 22 καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, Καὶ τὸ [721|ἀρνίον.]]
- 23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν ἐν αὐτῇ· ἡ γὰρ δόξα τοῦ Θεοῦ ἐφώτισεν αὐτήν, Καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον·