Matthew 1 Greek Textus Receptus
From Textus Receptus
|
---|
- 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ.
- 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ. Φάρες δὲ ἐγέννησε τὸν Ἐσρώμ. Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ.
- 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ρ̓αχάβ. Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρ̓ούθ. Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί.
- 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα. Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου.
- 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ. Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβαβέλ.
- 13 Ζοροβαβὲλ δὲ ἐγέννησε τὸν Ἀβιούδ. Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ. Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ.
- 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
- 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἀγίου.
- 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
- 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ, ἄγγελος Κυρίου κατ ' ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν Ἀγίου.
- 21 τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
- 23 Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι, μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.