Mark 7 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 2 Καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσί, τοῦτ’ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους ἐμέμψαντο.
- 3 οἱ γὰρ Φαρισαῖοι Καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων·
- 4 Καὶ ἀπό ἀγορᾶς, ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσι· Καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων Καὶ ξεστῶν Καὶ χαλκίων Καὶ κλινῶν.
- 5 ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι Καὶ οἱ γραμματεῖς, Διὰτι οἱ μαθηταί σού οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσι τὸν ἄρτον;
- 6 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ.
- 8 ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν Καὶ ποτηρίων· Καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
- 10 Μωσῆς γὰρ εἶπε, Τίμα τὸν πατέρα σου Καὶ τὴν μητέρα σου· καί, ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
- 11 ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, ὅ ἐστι, δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς·
- 13 ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
- 15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ’ αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον.
- 18 Καὶ λέγει αὐτοῖς, Οὕτω Καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς [3588|τὸν]] ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι,
- 19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ’ εἰς τὴν κοιλίαν· Καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα.
- 21 ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,
- 24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου Καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν, οὐδένα ἤθελε γνῶναι, Καὶ οὐκ ἠδυνήθη λαθεῖν.
- 25 ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·
- 26 ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συροφοινίσσα τῷ γένει· Καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
- 27 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων Καὶ βαλεῖν τοῖς κυναρίοις.
- 28 ἡ δὲ ἀπεκρίθη Καὶ λέγει αὐτῷ, Ναὶ, Κύριε· Καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
- 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ δαιμόνιον ἐξεληλυθός, Καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τής κλίνης.
- 31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου Καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
- 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, Καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,