Matthew 1 Greek NT: Beza's Textus Receptus (1598)

From Textus Receptus

Revision as of 05:11, 9 July 2011 by Nick (Talk | contribs)
Jump to: navigation, search
  • 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ• Φάρες δὲ ἐγέννησε τὸν Ἑσρώμ• Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ
  • 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ• Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών• Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών
  • 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ• Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ• Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί
  • 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα• Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου
  • 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ• Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά• Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά•
  • 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ• Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ• Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν•
  • 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωαθάμ• Ἰωαθὰμ δὲ ἐγέννησε τὸν Ἀχάζ• Ἀχὰζ δὲ ἐγέννησε τὸν Ἑζεκίαν•
  • 10 Ἑζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ• Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών• Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν•
  • 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος•
  • 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ• Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβαβέλ•
  • 13 Ζοροβαβὲλ δὲ ἐγέννησε τὸν Ἀβιούδ• Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ• Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ•
  • 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ• Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ• Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ•
  • 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ• Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν• Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ•
  • 16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ, τὸν ἄνδρα Μαρίας ἐξ ἧς ἐγεννήθη ἸΗΣΟΥΣ ὁ λεγόμενος Χριστός
  • 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ, γενεαὶ δεκατέσσαρες• καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες• καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες•
  • 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἠν• μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου•
  • 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν•
  • 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου• τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Π νεύματός ἐστιν ἁγίου•
  • 21 τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN• αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν•
  • 22 (Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου, λέγοντος,
  • 23 Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ• ὅ ἐστιν, μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ θεός)
  • 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου, καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ•
  • 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον• καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN•

The 1598 Textus Receptus (underlying the King James Version)