Mark 7 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 15:53, 11 April 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 21 ἔσωθεν γάρ, ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι,
  • 22 κλοπαί πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη·
  • 23 πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, Καὶ κοινοῖ τὸν ἄνθρωπον.
  • 24 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου Καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν, οὐδένα ἤθελε γνῶναι, Καὶ οὐκ ἠδυνήθη λαθεῖν.
  • 25 ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·
  • 26 ἦν δὲ ἡ γυνὴ Ἑλληνίς, Συροφοινίσσα τῷ γένει· Καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
  • 27 δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων Καὶ βαλεῖν τοῖς κυναρίοις.
  • 28δὲ ἀπεκρίθη Καὶ λέγει αὐτῷ, Ναὶ, Κύριε· Καὶ γὰρ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
  • 29 Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
  • 30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρε τὸ δαιμόνιον ἐξεληλυθός, Καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τής κλίνης.
  • 31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου Καὶ Σιδῶνος, ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
  • 32 Καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον, Καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
  • 33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ’ ἰδίαν, ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, Καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
  • 34 Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν, ἐστέναξε, Καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστι, Διανοίχθητι.
  • 35 Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαί· Καὶ ἐλύθη δεσμὸς τῆς γλώσσης αὐτοῦ, Καὶ ἐλάλει ὀρθῶς.
  • 36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον
  • 37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λέγοντες, Καλῶς πάντα πεποίηκε· Καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, Καὶ τοὺς ἀλάλους λαλεῖν.
Personal tools