Matthew 1 Textus Receptus 1598/1881 Parallel
From Textus Receptus
- 1 ΒI'BΛΟΣ γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. (TR 1598)
- 1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. (TR 1881)
- 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. (TR 1598)
- 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· (TR 1881)
- 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θάμαρ. Φάρες δὲ ἐγέννησε τὸν Ἑσρώμ. Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ. (TR 1598)
- 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ· Φάρες δὲ ἐγέννησε τὸν Ἐσρώμ· Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ· (TR 1881)
- 4 Ἀράμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ. Ἀμιναδάβ δὲ ἐγέννησε τὸν Ναασσών. Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών. (TR 1598)
- 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών· (TR 1881)
- 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ. Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ. Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί. (TR 1598)
- 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ρ̓αχάβ· Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρ̓ούθ· Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί· (TR 1881)