Matthew 24 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 16:43, 22 March 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 26 ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε.
  • 27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν Καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται Καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
  • 28 ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
  • 29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ἥλιος σκοτισθήσεται, Καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, Καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, Καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
  • 30 Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· Καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, Καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως Καὶ δόξης πολλῆς.
  • 31 Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, Καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
  • 32 ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη κλάδος αὐτῆς γένηται ἁπαλός, Καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
  • 33 οὕτω Καὶ ὑμεῖς, ὅταν ἴδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
  • 34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται.
  • 35 οὐρανὸς Καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
  • 36 περὶ δὲ τῆς ἡμέρας ἐκείνης Καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ πατήρ μου μόνος.
  • 37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται Καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
  • 38 ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες Καὶ πίνοντες, γαμοῦντες Καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν,
  • 39 Καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν κατακλυσμὸς Καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται Καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
  • 40 τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· εἷς παραλαμβάνεται, Καὶ εἷς ἀφίεται
  • 41 δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, Καὶ μία ἀφίεται.
  • 42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ Κύριος ὑμῶν ἔρχεται.
  • 43 ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ φυλακῇ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, Καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
  • 44 διὰ τοῦτο Καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρα οὐ δοκεῖτε, υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
  • 45 τίς ἄρα ἐστὶν πιστὸς δοῦλος Καὶ φρόνιμος, ὃν κατέστησεν κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
  • 46 μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
  • 47 ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
  • 48 ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει κύριος μου ἐλθεῖν,
  • 49 Καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους, ἐσθίειν δὲ Καὶ πίνειν μετὰ τῶν μεθυόντων,
  • 50 ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, Καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
  • 51 Καὶ διχοτομήσει αὐτὸν, Καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται κλαυθμὸς Καὶ βρυγμὸς τῶν ὀδόντων.
Personal tools