Matthew 2 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- 1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἠρώδου τοῦ βασιλέως, ἰδοὺ, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἰεροσόλυμα,
- 2 λέγοντες, Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων, εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
- 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ ̓ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται·
- 6 Καὶ σύ Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ·
- 8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπε, Πορευθέντες, ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
- 9 οἱ δὲ, ἀκούσαντες τοῦ βασιλέως, ἐπορεύθησαν· καὶ ἰδοὺ, ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον.
- 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.
- 12 καὶ χρηματισθέντες κατ ̓ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἠρώδην, δι ̓ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
- 13 Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ, ἄγγελος Κυρίου φαίνεται κατ ̓ ὄναρ τῷ Ἰωσὴφ, λέγων, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον· καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἠρώδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.
- 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἠρώδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
- 16 τότε Ἠρώδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς, καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
- 18 Φωνὴ ἐν Ρ̓αμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ρ̓αχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί.
- 20 λέγων, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ. τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
- 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἠρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ ̓ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας.
- 23 καὶ ἐλθὼν, κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέθ· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.
(F. H. A. Scrivener , The New Testament in the Original Greek according to the Text followed in the Authorised Version - Cambridge University Press).
Contents |
See Also
See Also
English
- Matthew 2
- Matthew 2 KJV PKJV Parallel
- Matthew 2 King James Version 2016 Edition (King James Version 2016 Edition)
- Matthew 2 KJV 1611/1900 Parallel
- Matthew 2 King James Version 1611
- Matthew 2 Bishops' Bible 1568
- Matthew 2 Matthew's Bible 1549
- Matthew 2 Coverdale Bible 1535
- Matthew 2 Tyndale Bible 1534
- Matthew 2 Wycliffe Bible 1395