Matthew 2 Greek NT: Scrivener's Textus Receptus (1894)

From Textus Receptus

Revision as of 10:00, 23 January 2016 by Stephanus1550 (Talk | contribs)
Jump to: navigation, search
  • 16 τότε Ἠρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.
  • 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ1 Ἰερεμίου τοῦ προφήτου, λέγοντος,
  • 18 Φωνὴ ἐν Ρ̓αμὰ ἠκούσθη, θρῆνος καὶ2 κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ρ̓αχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί.
  • 19 τελευτήσαντος δὲ τοῦ Ἠρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ ̓ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ,
  • 20 έγων, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
  • 21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ.
  • 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἠρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ ̓ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
  • 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέθ· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

(F. H. A. Scrivener , The New Testament in the Original Greek according to the Text followed in the Authorised Version - Cambridge University Press).

See Also

Personal tools