Mark 5 Greek NT: Beza's Textus Receptus (1598)

From Textus Receptus

Revision as of 23:10, 31 January 2020 by Nick (Talk | contribs)
Jump to: navigation, search

1ΚΑῚ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εις τὴν χώραν τῶν Γαδαρηνῶν. 2Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθὺς ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3Ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνημείοις, καὶ οὒτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι· 4Διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς αὐτὸν ἴσχυε δαμάσαι. 5Καὶ διὰπαντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς μνήμασιν ἦν κράζων, καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμε καὶ προσεκύνησεν αὐτῷ· 7Καὶ κράξας φωνῇ μεγάλῃ εἶπε, Τί ἐμοὶ καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεὸν μή με βασανίσῃς. 8(Ἔλεγε γὰρ αὐτῷ, Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου) 9Καὶ ἐπηρώτα αὐτὸν, Τί σοι ὄνομά; Καὶ ἀπεκρίθη λέγων, Λεγιὼν ὄνομά μοι· ὅτι πολλοί ἐσμεν. 10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστειλῃ ἔξω τῆς χώρας. 11Ἦν δὲ ἐκεῖ πρὸς τὰ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. 12Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαὶμονες, λέγοντες, Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. 13Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς· Καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, (ἦσαν δὲ ὡς δισχίλιοι) καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.

14Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. 15Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον, καὶ σωφρονοῦντα, καὶ ἐσχηκότα τὸν λεγιῶνα· καὶ ἐφοβήθησαν. 16Καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες, πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾽ αὐτοῦ. 19Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριός ἐποίησε, καὶ ὅτι ἠλέησέ σε. 20Καὶ ἀπῆλθε, καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον.

21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν· καὶ ἦν παρὰ τὴν θάλασσαν. 22Καὶ ἰδοὺ, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος· καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23Καὶ παρακαλεῖ αὐτὸν πολλά, λέγων, Ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθων ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ· καὶ ζήσεται. 24Καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ, καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, καὶ συνέθλιβον αὐτόν.

25(Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα· 26Καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα, καὶ μηδὲ ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· 27Ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ. 28Ἔλεγε γὰρ, Ὅτι κᾂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. 29Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε, Τίς μου ἥψατο τῶν ἱματίων; 31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, Τίς μου ἥψατο; 32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34Ὁ δὲ εἶπεν αὐτῇ, Θυγάτερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου)

35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες Ὅτι ἡ θυγάτηρ σου ἀπέθανε, τί ἔτι σκύλλεις τὸν διδάσκαλον; 36Ὁ δὲ Ἰησοῦς, εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον, λέγει τῷ ἀρχισυναγώγῳ, Μὴ φόβου, μόνον πίστευε· 37Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38Καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39Καὶ εἰσελθὼν λέγει αὐτοῖς, Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 40Καὶ κατεγέλων αὐτοῦ. Ὁ δὲ, ἐκβαλὼν ἅπάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα, καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον. 41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, Ταλιθὰ κοῦμ· ὅ ἐστι μεθερμηνευόμενον, Τὸ κοράσιον, (σοὶ λέγω) ἔγειραι. 42Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον, καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.

Personal tools