Galatians 4 Greek NT: Scrivener's Textus Receptus (1894)
From Textus Receptus
|
---|
- [[Galatians 4:1 Greek NT: Scrivener's Textus Receptus (1894)|1] Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν·
- [[Galatians 4:2 Greek NT: Scrivener's Textus Receptus (1894)|2] ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
- [[Galatians 4:3 Greek NT: Scrivener's Textus Receptus (1894)|3] οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεν δεδουλωμένοι·
- [[Galatians 4:4 Greek NT: Scrivener's Textus Receptus (1894)|4] ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
- [[Galatians 4:5 Greek NT: Scrivener's Textus Receptus (1894)|5] ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
- [[Galatians 4:6 Greek NT: Scrivener's Textus Receptus (1894)|6] ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν, κρᾶζον, Αββα ὁ πατήρ.
- [[Galatians 4:7 Greek NT: Scrivener's Textus Receptus (1894)|7] ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.
- [[Galatians 4:8 Greek NT: Scrivener's Textus Receptus (1894)|8] ἀλλὰ τότε μὲν, οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε [3588|τοῖς]] μὴ φύσει οὖσι θεοῖς·
- [[Galatians 4:9 Greek NT: Scrivener's Textus Receptus (1894)|9] νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;
- [[Galatians 4:10 Greek NT: Scrivener's Textus Receptus (1894)|10] ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας καὶ καιροὺς, καὶ ἐνιαυτούς.
- [[Galatians 4:11 Greek NT: Scrivener's Textus Receptus (1894)|11] φοβοῦμαι ὑμᾶς, μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
- [[Galatians 4:12 Greek NT: Scrivener's Textus Receptus (1894)|12] Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε·
- [[Galatians 4:13 Greek NT: Scrivener's Textus Receptus (1894)|13] οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
- [[Galatians 4:14 Greek NT: Scrivener's Textus Receptus (1894)|14] καὶ τὸν πειρασμὸν μοῦ τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ’ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
- [[Galatians 4:15 Greek NT: Scrivener's Textus Receptus (1894)|15] τίς οὖν ἧν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι.
- [[Galatians 4:16 Greek NT: Scrivener's Textus Receptus (1894)|16] ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
- [[Galatians 4:17 Greek NT: Scrivener's Textus Receptus (1894)|17] ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, [2443|ἵνα]] αὐτοὺς ζηλοῦτε.
- [[Galatians 4:18 Greek NT: Scrivener's Textus Receptus (1894)|18] καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
- [[Galatians 4:19 Greek NT: Scrivener's Textus Receptus (1894)|19] τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,
- [[Galatians 4:20 Greek NT: Scrivener's Textus Receptus (1894)|20] ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
- [[Galatians 4:21 Greek NT: Scrivener's Textus Receptus (1894)|21] Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
- [[Galatians 4:22 Greek NT: Scrivener's Textus Receptus (1894)|22] γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν· ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
- [[Galatians 4:23 Greek NT: Scrivener's Textus Receptus (1894)|23] ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τὴς ἐπαγγελίας.
- [[Galatians 4:24 Greek NT: Scrivener's Textus Receptus (1894)|24] ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ.
- [[Galatians 4:25 Greek NT: Scrivener's Textus Receptus (1894)|25] τὸ γὰρ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς.
- [[Galatians 4:26 Greek NT: Scrivener's Textus Receptus (1894)|26] ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν·
- [[Galatians 4:27 Greek NT: Scrivener's Textus Receptus (1894)|27] γέγραπται γάρ, Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
- [[Galatians 4:28 Greek NT: Scrivener's Textus Receptus (1894)|28] ἡμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν.
- [[Galatians 4:29 Greek NT: Scrivener's Textus Receptus (1894)|29] ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ Πνεῦμα, οὕτω καὶ νῦν.