1 Corinthians 8 Greek NT: Beza's Textus Receptus (1598)

From Textus Receptus

(Difference between revisions)
Jump to: navigation, search
(New page: {{Beza's Textus Receptus (1598)}})
Line 1: Line 1:
{{Beza's Textus Receptus (1598)}}
{{Beza's Textus Receptus (1598)}}
 +
1Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. 2Εἴ δεὶ τις δοκεῖ εἰδέναι τί, οὐδέπω οὐδὲν ἔγνωκε δεῖ γνῶναι· 3Εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ.
 +
 +
4Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς. 5Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς· (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί) 6Ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ.
 +
 +
7ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις. τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι, ὡς εἰδωλόθυτον ἐσθίουσι. καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. 8Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. 9Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. 10Ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν, 11Καὶ ἀπόλλυται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανεν; 12Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. 13Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.

Revision as of 11:27, 10 February 2020

Personal tools