Matthew 1 Greek NT: Beza's Textus Receptus (1598)
From Textus Receptus
- 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ• Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ• Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ
- 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ• Φάρες δὲ ἐγέννησε τὸν Ἑσρώμ• Ἑσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ
- 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ• Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ• Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί
- 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβίδ τὸν βασιλέα. Δαβίδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου
- 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ. Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβαβέλ.
- 13 Ζοροβαβὲλ δὲ ἐγέννησε τὸν Ἀβιούδ. Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ. Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ.
- 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαβίδ, γενεαὶ δεκατέσσαρες. καὶ ἀπὸ [[1138|Δαβίδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, [[1074|γενεαὶ δεκατέσσαρες• καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
- 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἠν. μνηστευθείσης γὰρ τῆς μητρὸς]] αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
- 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
- 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος κυρίου 2596|κατ']] ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου.
- 21 τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN• αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν]] ἁμαρτιῶν αὐτῶν.
- 23 Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ὅ ἐστιν, μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ θεός)
- 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου, καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ.
- 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκεν* τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ἸΗΣΟΥN.
The 1598 Textus Receptus (underlying the King James Version)